Ἀλώπηξ
Ἀλώπηξ, εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ, καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην· ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν εἶπεν: ·Ὦ οἷα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει!
Ἐπιμύθιον: Ὁ μῦθος προσήκει πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, καταδεεῖς δὲ τῇ ψυχῇ.
